Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.70 Joseph. AJ 13.75 (English) >>Joseph. AJ 13.80

13.73εὗρεν δὲ Ὀνίας καὶ Ἰουδαίους τινὰς ὁμοίους αὐτῷ ἱερεῖς καὶ Λευίτας τοὺς ἐκεῖ θρησκεύσοντας. ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τούτου ἀρκούντως ἡμῖν δεδήλωται. 13.74

Τοὺς δʼ ἐν Ἀλεξανδρείᾳ Ἰουδαίους καὶ Σαμαρεῖς, οἳ τὸ ἐν Γαριζεὶν προσεκύνουν ἱερόν, κατὰ τοὺς Ἀλεξάνδρου χρόνους συνέβη στασιάσαι πρὸς ἀλλήλους, καὶ περὶ τῶν ἱερῶν ἐπʼ αὐτοῦ Πτολεμαίου διεκρίνοντο, τῶν μὲν Ἰουδαίων λεγόντων κατὰ τοὺς Μωυσέος νόμους ᾠκοδομῆσθαι τὸ ἐν Ἱεροσολύμοις, τῶν δὲ Σαμαρέων τὸ ἐν Γαριζείν. 13.75παρεκάλεσάν τε σὺν τοῖς φίλοις καθίσαντα τὸν βασιλέα τοὺς περὶ τούτων ἀκοῦσαι λόγους καὶ τοὺς ἡττηθέντας θανάτῳ ζημιῶσαι. τὸν μὲν οὖν ὑπὲρ τῶν Σαμαρέων λόγον Σαββαῖος ἐποιήσατο καὶ Θεοδόσιος, τοὺς δʼ ὑπὲρ τῶν Ἱεροσολυμιτῶν καὶ Ἰουδαίων Ἀνδρόνικος Μεσαλάμου. 13.76ὤμοσαν δὲ τὸν θεὸν καὶ τὸν βασιλέα μὴν ποιήσεσθαι τὰς ἀποδείξεις κατὰ τὸν νόμον, παρεκάλεσάν τε τὸν Πτολεμαῖον, ὅπως ὃν ἂν λάβῃ παραβαίνοντα τοὺς ὅρκους ἀποκτείνῃ. μὲν οὖν βασιλεὺς πολλοὺς τῶν φίλων εἰς συμβουλίαν παραλαβὼν ἐκάθισεν ἀκουσόμενος τῶν λεγόντων. 13.77οἱ δʼ ἐν τῇ Ἀλεξανδρείᾳ τυγχάνοντες Ἰουδαῖοι σφόδρα ἠγωνίων περὶ τῶν ἀνδρῶν, οἷς ἀγανακτεῖν περὶ τοῦ ἐν τοῖς Ἱεροσολύμοις συνέβαινεν ἱεροῦ· χαλεπῶς γὰρ ἔφερον, εἰ τοῦτό τινες καταλύσουσιν οὕτως ἀρχαῖον καὶ διασημότατον τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.70 Joseph. AJ 13.75 (English) >>Joseph. AJ 13.80

Powered by PhiloLogic